Add parallel Print Page Options

ἀλλὰ [a]μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι [b]σκύβαλα ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, 10 τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ [c]κοινωνίαν παθημάτων αὐτοῦ, [d]συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ, 11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν [e]τὴν ἐκ νεκρῶν.

12 Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήμφθην ὑπὸ [f]Χριστοῦ. 13 ἀδελφοί, ἐγὼ ἐμαυτὸν [g]οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, 14 κατὰ σκοπὸν διώκω [h]εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ. 15 ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει· 16 πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ [i]στοιχεῖν.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 μενοῦνγε WH NIV ] μέν οὖν Treg RP
  2. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:8 σκύβαλα WH Treg NIV ] + εἶναι RP
  3. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:10 κοινωνίαν WH Treg ] τὴν κοινωνίαν τῶν NIV RP
  4. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:10 συμμορφιζόμενος WH Treg NIV ] συμμορφούμενος RP
  5. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:11 τὴν ἐκ WH Treg NIV ] τῶν RP
  6. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:12 Χριστοῦ Treg ] Χριστοῦ Ἰησοῦ WH NIV; τοῦ Χριστοῦ Ἰησοῦ RP
  7. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:13 οὐ Treg RP NA ] οὔπω WH NIV
  8. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:14 εἰς WH Treg NIV ] ἐπὶ RP
  9. ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ 3:16 στοιχεῖν WH Treg NIV ] + κανόνι τὸ ἀυτὸ φρονεῖν RP